Ancient Greek
P.Cair. Zen. 4 59736
Documentary Papyri, P.Cair. Zen. 4 59736
Not analysed yet
ὅσα Ἀνδρόνικος ἀπέσταλκεν φυτὰ ἀπὸ Ἁθὺρ λ ἕως Χοίαχ ια ἐν ἡμέραις ιβ τὰ ὑποζύγια τὰ παρʼ ἡμῶν τὰ πρῶτα ὑποζύγια η ἀνὰ δέσμας η γίνονται δέσμαι ξδ ἐν τῆι δέσμηι φυτὰ ν γίνονται Γσ ιη Ἰναρῶς ὑποζύγια θ ἀνὰ δέσμας η γίνονται δέσμαι οβ ἐν τῆι δέσμηι φυτὰ ν γίνονται Γχ κα τὰ ἡμέτερα ὑποζύγια …καὶ ἄλλας δέσμας ἃς ἤνεγκαν ἐκ Μούχεως λϛ ἀνὰ ν γίνονται Αω Διονυσοδώρου δὲ παραγενομένου καὶ βουλομένου τέμνειν ἐκώλυσεν αὐτὸν Πᾶσις Παιῆτος τέμνειν τὰ φυτὰ φάμενος δεδωκέναι Ἀνδρονίκωι ἵνα μὴ τέμνηι ἐκ τοῦ ἀμπελῶνος δραχμὰς δ ὡσαύτως δὲ καὶ τῶν ῥόδων ἵνα μὴ ἐξέληι ἔδωκεν δραχμὰς δ τὴν δὲ ὑπόσχεσιν τῶν ὀκτὼ δραχμῶν ἔδωκεν αὐτῶι ὁρῶν αὐτὸν λυμαινόμενον τὰς ἀμπέλους καὶ ἄπειρον ὄντα τῆι τομῆι. καὶ ἐκ Μούχεως παρὰ τοῦ καπήλου Ὥρου Φάβιτος …καὶ εἷς τῶν ὑποζυγίων τῶν μεμισθωμένων ἐπὶ τὰ φυτὰ ὥστε ἄγειν ἀπορρίψας ἐν τῆι ὁδῶι τὰ φυτά, τὴν γυναῖκα ἀνεβίβασεν· καὶ τοὺς κατα- μηνίους γεωργοὺς ἀπέστειλεν εἰς τὴν Δικαίου καὶ δευτεραῖοι παρεγένοντο. ὡσαύτως δὲ οἱ αὐτοὶ κατέστησαν εἰς Φιλαδέλφειαν τὴν γυναῖκα αὐτοῦ· καὶ αὐτὸς δὲ καταλιπὼν ἀπῆλθεν. καὶ ἃ ἀπεκόμισεν Διονυσόδωρος Χοίαχ ἀπὸ ια ἕως ιϛ ἐν ἡμέραις ϛ ια ἡμίονοι ε ἀνὰ δέσμας ι ἀνὰ φυτὰ ν γίνονται Βφ ιϛ ἡμίονοι ε ἀνὰ ιϛ ἑκάστηι ν γίνονται Γω …καὶ ὑπάρχει ἐν Ψεοννώφρει δέσμαι μ καὶ ἐν Κροκοδίλων πόλει δέσμαι ιβ γίνονται νβ ἀνὰ φυτὰ ν γίνονται Βχ γίνονται τὰ πάντα φυτὰ μυριὰς α Βυ τῶν δὲ Ἀνδρονίκου ἀπεσταλμένων φυτῶν. τὸ ὀφείλημα Ἀκέστωρ βο Α