Ancient Greek
P.Cair. Zen. 4 59790
Documentary Papyri, P.Cair. Zen. 4 59790
Not analysed yet
ἔχω παρὰ Εὐκλέους κατὰ σύμβολον εἰς κηροῦ συναγορασμὸν χαλκοῦ δραχμὰς σξ αἳ γίνονται ἀργυρίου δραχμαὶ σμ καὶ διὰ τραπέζης τῆς ἐν Φιλαδελφείαι ἀργυρίου δραχμὰς ρξ γίνονται ἀργυρίου δραχμαὶ υ καὶ ἃς συνεγραψάμην Διονυσοδώρωι τμ γίνονται ψμ τούτων ἔχεις κηροῦ ἃ τῶι κυβερνήτηι συνέταξας παραστῆσαι τάλαντα δ 𐅵καὶ μέλιτος μετρητὴν α Θεογένει καὶ Ἀρτεμιδώρωι κηροῦ τάλαντα ζ καὶ μέλιτος μετρητὰς ε διὰ Μαλουσίου οἱ ἀποσταλέντες εἰς πόλιν μετρητὰς ι καὶ τὸ παρὰ Πετοσίριος ἐκ Κροκοδίλων πόλεως μετρητὰς ε 𐅵καὶ Ῥόδωνι ὑπηρέτηι ὃ συνέταξας δοῦναι χόας γ γίνονται κηροῦ τάλαντα ια ἀνὰ κϛ γίνονται δραχμαὶ σπϛ καὶ μέλιτος μετρηταὶ κα 𐅵χόες γ ἀνὰ ιϛ γίνονται τμθ καὶ ὃ διέγραψε Προῖτος ὑπέρ μου διὰ τῆς ἐν Φιλαδελφείαι τραπέζης ρι γίνονται δραχμαὶ ψμε ὑπερέχεις δραχμὰς ε