Ancient Greek
P.Cair. Zen. 5 59832
Documentary Papyri, P.Cair. Zen. 5 59832
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Ζήνων τοῦ γενομένου διοικητοῦ Ἀπολλωνίου ἐπεστάτησα τῆς ἐν Φιλαδελφείαι δωρεᾶς ἕως τοῦ λη ἔτους ἀποσταθεὶς δὲ ὑπʼ αὐτοῦ ἐξετέθην πρὸς τοὺς λόγους ὀφείλων ει… τα ἐκ τῶν ἀγρῶν γενήματα ἃ φέρεται ἐμοῦ τε καὶ τῶν ὑπηρετῶν …ἔτους γ …ἀξιῶ οὖν, ἐπειδὴ ἐξετέθη εἴ τις τι ὀφείλει Ἀπολλωνίου ἢ τῶν οἰκονομησάντων τι τούτου ἀπογράφεσθαι, ὑπολογῆσαί μοι εἰς ἃ προσωφείληκα ὅσα ἂν ἐπιδείξω εἰληφότας γενήματα τῶν ἐμῶν καὶ τῶν ἐμοὶ ὑπηρετησάντων τοὺς παρʼ Ἀπολλωνίου · εἴ τινες ὁμοίως δὲ καὶ τῶν ἐμοὶ ὀφειλόντων ἀπο γεγραμμένοι εἰσίν, ἵνα δύνωμαι διορθώσασθαι τὸ ὀφείλημα καὶ μὴ συμβῆι μοι τούτων μὴ προσδεχθέντων οὐ δυναμένωι τάξασθαι τὸ ὀφείλημα ὑπὸ τὸ πρόσταγμα γενέσθαι.