Ancient Greek
P.Cair. Zen. 5 59838
Documentary Papyri, P.Cair. Zen. 5 59838
Not analysed yet
Ζήνωνι χαίρειν οἱ κηπουροί …εἰς τὸ κτῆμα οὐ γέγονεν ἡμῖν ἱκανὸν οτ… κατέβλαφεν ὁ χαλκός, οἵ τε ἐργάται ἐπὶ τ…ν ἐλα… ὥστε ἠναγκαζόμεθα διδόναι κολακεύοντες τοῖς …υτων. νῦν οὖν ἐπίσκεψαι περὶ ἡμῶν ὅπως ἂν κ… ἀνεγκλήτως ἔργα. τὸ πρότερον μὲν οὖν ἐνετύχομέν σοι ἵνα δοθῆι κολύκυνθα ὥστʼ ἔχειν ἡμᾶς διδόναι τοῖς τοὺς ἐργάτας …καὶ ὥστε ἡμᾶς διαβόσκειν τοὺς ἐργάτας ἀναι… ὥστε προσδοῦναι ἡμῖν. νυνὶ δὲ καὶ τῶν ἀναγκαίων χρείαν ἔχομεν· ἀνηλώκαμεν γὰρ εἴ τι εἴχομεν εἰς τὰ ἔργα σε προσδεχόμενοι, ἵνα ἐλθὼν εὐφρανθῆις. πυθοῦ δὲ καὶ τῶν προεστηκότων πόσους χαλκοῦς κατακεχρημένα τὰ ἔργα ἐστίν. οὐκέτι γὰρ ἰσχύομεν εἰσφέρειν …καλῶς ἂν οὖν ποιήσαις συντάξας τοῖς ε… εἴκοσι τεττάρων δραχμῶν εἰς τὰς κ ἀρούρας τὰ α…