Ancient Greek
P.Cair. Zen. 5 59840
Documentary Papyri, P.Cair. Zen. 5 59840
Not analysed yet
Ὧρος Ψασυτι χαίρειν. ἀηδία μοι γέγονεν πρὸς Δημήτριον. Ἀρτεμιδώρου γὰρ γράψαντος περὶ τοῦ οἰκήματος οὗ ἦν ὁ ὀχευτής, οὐκ ἔφη …οὖν αὐτὸς παραγίνεσθαι . φρόντισον οὖν ὅπως ἀποστείλῃ Ζήνων Ἀρτεμιδώρωι ὅπως πλίνθος δοθῇ καὶ οἰκοδόμος φάτνην οἰκοδομῆσαι, ἔχω γὰρ τὸ οἴκημα μετὰ λοιδορίας, καὶ ἵνα μή, ἐὰν ὁ ὀχευτὴς παραγένηται ἵππος, πάλιν ἐγβαλλώμεθα. ……Ψασυτι.