Ancient Greek
P.Cair. Zen. 4 59663
Documentary Papyri, P.Cair. Zen. 5 59847
Not analysed yet
ἐν τῶι καταλύματι τοῦ βασιλέως· τὰς θυρίδας τὰς ἐν τοῖς παροδίοις τοίχοις οὔσας κανονωτὰς καὶ τὰς εἰς τὴν αὐλὴν βλεπούσας γείνονται εἰς τὸ αὐτὸ λη ἐγκαῦσαι τὰ πλάγια μίλτωι, τὰ δʼ ἀντία κυάνωι, τὰ δὲ πλινθεῖα ξυλοειδεῖ, τὰ δʼ ὠτία τῶν ἐχουσῶν ἀσφάλτωι· σὺν ἀνηλώματι καὶ μισθῶι εἰς ἑκάστην θυρίδα δραχμὴ α ἡμιώβελιον ,καὶ τὰς θυρίδας τὰς τοῦ ὑδροψυκτίου οὔσας β κομβάλια τὰ μὲν καμμάλια ἐγκαύσει ἴωι, τὸν δέ σταθμὸν ἐγκαύσει ξυλοειδεῖ καὶ τὰ πλάγια· ἀνήλωμα καὶ μισθὸς εἰς ἑκάστην θυρίδα δραχμαὶ γ τετρώβολον ἡμιωβέλιον. εἰς ταῦτα κηροῦ μναῖ ιε τιμὴ δραχμαὶ ι, καὶ ἀσφάλτου μναῖ β τιμὴ δραχμαὶ β, μίλτου 𐅵τιμὴ διώβολον, πίσσης κοτύλαι γ τιμη…, κυάνου …τιμὴ δραχμὴ α τὰς θυρίδας τὰς ἐν τῆι ἐξέδραι οὔσας τέσσαρας ἐνκαῦσαι τοὺς κανόνας αὐτῶν ἴωι καὶ τὰ πλινθεῖα ξυλοειδεῖ· εἰς ἑκάστην ἀνήλωμα καὶ μισθῶι δραχμὴ α ἡμιώβελιον χαλκός 1. καὶ τὰς τοῦ οἴκου οὔσας β κανονωτὰς τὰ ἔσω βλέποντα ἐνκαῦσαι ξυλοειδεῖ τοὺς κανόνας καὶ τὰ πλινθεῖα· εἰς ἑκάστην ἀνήλωμα καὶ μισθὸς δραχμὴ α ὀβολὸς ἡμιωβέλιον καὶ τοῦ κοιτῶνος θυρίδας κανονωτὰς τὰ ἔσω βλέποντα οὔσας η ἐνκαῦσαι ξυλοειδεῖ τοὺς κανόνας καὶ τὰ πλινθεῖα· ἀνήλωμα εἰς ἑκάστην καὶ μισθὸς δραχμὴ α ἡμιώβελιον …