Ancient Greek
P.Cair. Zen. 5 59853
Documentary Papyri, P.Cair. Zen. 5 59853
Not analysed yet
Δείνων Ζήνωνι χαίρειν. Λεοντίσκος ὁ ἀποδιδούς σοι τὴν ἐπιστολὴν συνεστάθη μοι ὑπό τινων φίλων· ἐστιν δὲ καὶ μαθηματικος . πάνυ δή μοι χαρίζοιʼ ἄν, ἐάν τί σε τῶν καλῶς ἐχόντων ἀξιοῖ, συνεργῶν αὐτῶι. ἔρρωσο. ἔτους λϛ, Ὑπερβερεταίου ιη. Ζήνωνι