Ancient Greek
P.Capasso 2
Documentary Papyri, P.Capasso 2
Not analysed yet
Ἀκουσιλάῳ καὶ μετόχοις διεξάγουσι τὰ κατὰ τὴν κωμογραμματείαν Θεαδελφείας καὶ Φάσιτι καὶ Ἡρᾷ καὶ Ἥρωνι καὶ Ὀρσενοῦφι καὶ Σοκονῶπι καὶ Σισόιτι λαογράφοις παρὰ Ἥρωνος τοῦ καὶ Θεογίτονος Ἡρωδ τοῦ Φιλαδέλφου ἀναγραφομένου ἐπʼ ἀμφόδου Ταμείων. ὑπάρχει τοῖς φροντιζομένοις ὑπʼ ἐμοῦ τέκνοις Γάιου Πετρωνίου Ἀβασκάντου ἐν κώμῃ Θεαδελφείᾳ οἰκία, ἐν ᾗ καταγίνεται Χῶνσις Ὥρου, ἣν καὶ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος ζ ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ κατʼ οἰκίαν ἀπογραφήν. διὸ ἐπιδίδωμι Ἀκουσίλαος καὶ οἱ λοιποὶ πρεσβύτεροι καὶ διεξάγοντες τὰ κατὰ τὴν κωμογραμματείαν κώμης Θεαδελφείας …κατακεχώρισται ἔτους η Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Χοιὰκ ιζ Φᾶσις λαογράφος συνέσχον… Σισόις ……κατʼ οἰκίαν …ἀπογραφή …Ἀβασκάντ