Ancient Greek
P.Charite 13
Documentary Papyri, P.Charite 13
Not analysed yet
Αὐρήλιος Δίδυμος Σερήνου βουλευτὴς ἐπιμελητὴς Ἑρμοῦ πόλεως Αὐρηλίᾳ Χαρίτῃ Ἀμαζονίου ἀπὸ τῆς αὐτῆς χαίρειν. παρέλαβον παρὰ σοῦ ἀπὸ λόγου ἰδιωτικοῦ κανόνος γενήματος ιγ ἰνδικτίωνος θ πάγου οἴνου ξέστας Ἰταλικοὺς νέου ἑπτακοσίους τριάκοντα, γίνονται οἴνου ξέσται ψλ καὶ ταύτην τὴν ἀπογόμωσιν ἐκ πλήρους. ἡ ἀποχὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φαῶφι ιϛ. Αὐρήλιος Δίδυμος Σερήνου διʼ ἐμοῦ τοῦ ἀδελφοῦ Ταυρίνου σεσημείωμαι. Αὐρήλιος Ἀχιλλεὺς σεσημείωμαι. Φαῶφι ιβ χν, ιγ ξέσται π. Αὐρήλιος Λέων Πολυδεύκους …ἐπιμελητὴς κρέως Αὐρηλίᾳ Χαρίτῃ Ἀμαζονίου χαίρειν. παρέλαβον παρὰ σοῦ ὑπὲρ ιε ἰνδικτίωνος κανόνος κρέως λίτρας τεσσεράκοντα ἓξ καὶ ὑπὲρ ιδ ἰνδικτίωνος λίτρας ὀγδοήκοντα ἔννεα ,γίνονται λίτραι ρλε ὑπὲρ ι πάγου Σιναρχήβεως καὶ ὁμοίως ὑπὲρ ια πάγου Σιναπὴ ι. ἰνδικτίωνος κανόνος λίτρας τριάκοντα ἑπτὰ ἥμισυ, γίνονται λίτραι λζ 𐅵. Αὐρήλιος Λέων ἐπιμελητὴς σεσημείωμαι. Φαμενὼθ κδ. Αὐρήλιος Τύραννος Βήκιος μητρὸς Τρουτὸς ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς ἀπὸ κώμης Τεμσεὺ Μώρων τοῦ Ἑρμουπολίτου ἐπίπλοος ἀχύρου Αὐρηλίᾳ Χαρίτῃ Ἀμαζονίου γυμνασιαρχήσαντος γενομένου βουλευτοῦ Ἑρμοῦ πόλεως χαίρειν. παρείληφα παρὰ σοῦ καὶ ἐνεβαλόμην εἰς τὸ παρασταθὲν πλοῖον ἀπὸ λόγου ἰδιωτικοῦ κανόνος γενήματος τρεισκαιδεκάτης ἰνδικτίωνος ὑπὲρ ἐνάτου πάγου ἀχύρου σιτίνου λίτρας Ἰταλικὰς πεντακισχιλίας γίνονται λίτραι Ε. ἡ ἀποχὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Ἀνικίου Παυλίνου καὶ Καιωνίου Ἰουλιανοῦ τῶν λαμπροτάτων Θὼθ κϛ. Αὐρήλιος Τύραννος Βήκιος ἐπίπλοος ἀχύρου θ πάγου παρείληφα παρὰ σοῦ ἀχύρου λίτρας Ἰταλικὰς πεντακισχιλίας ὡς πρόκειται. Αὐρήλιος ……φα …