Ancient Greek
P.Charite 26
Documentary Papyri, P.Charite 26
Not analysed yet
Αὐρήλιος Σιλβανὸς διαστολεὺς γ πάγου Αὐρηλίᾳ Χαρίτῃ Ἀμαζονίου χαίρειν. ὁμολογῶ· οἱ γεωργοὶ ἐσοῦ τῆς Σενοάβεως τῶν ἀρουρῶν σου οὐ δεδώκασιν κρέας οὐδὲ σῖτον καὶ κριθὴν καὶ ἄχυρον καὶ ναῦλον τῆς τεσσαρεσκαιδεκάτης καὶ τρεισκαιδεκάτης ἰνδικτιώνων ἀκολούθως τῇ συνάρσει μετὰ Ἑρμοῦ γνωστῆρος τῆς αὐτῆς κώμης καὶ μηδὲν διεψεῦσθαι. ἡ ὁμολογία κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σιλβανός· ἔστιν μου ἰδιόγραφον καὶ ὤμοσα τὸν θεῖον ὅρκον. ὑπατείας Ἀντωνίου Μαρκελλίνου καὶ Πετρωνίου Προβίνου τῶν λαμπροτάτων Παχὼν θ.