Ancient Greek
P.Charite 8
Documentary Papyri, P.Charite 8
Not analysed yet
Αὐρηλία Χαρίτη Ἀμαζονίου ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης εἰδυῖα γράμματα χωρὶς κυρίου χρηματίζουσα δικαίῳ τέκνων Φλαουίῳ Δωρατιανῷ ἱππεῖ Μαύρων σκουταρίων τῶν ἐν τῇ αὐτῇ Ἑρμοῦ πόλει διακειμένων ὑπὸ Ἀλμεσιανὸν πραιπόσιτον χαίρειν. ἀπέσχον παρὰ σοῦ τὴν κατʼ ἐμὲ ἡμίσειαν τῆς σπορᾶς ὧν ἐγεώργησάς μου ἀρουρῶν δέκα ἐφʼ ἡμισείᾳ ἀντὶ τῶν φόρων περὶ μὲν Ἄμμωνος ἀρουρῶν τριῶν ,ἐν δὲ τῷ ἕλει ἐπὶ τῆς Νεκρικῆς διώρυγος ἀρουρῶν ἑπτὰ γενήματος τῆς εὐτυχοῦς ζ ἰνδικτίονος ἐκ πλήρους, τῶν δημοσίων παντοίων τελεσμάτων ὄντων πρὸς ἐμὲ τὴν γεοῦχον. ἡ ἀποχὴ κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ὑπατείας Φλαυίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου ἱππέων Παῦνι β. Αὐρηλία Χαρίτη πεπλήρωμαι ὡς πρόκειται