Ancient Greek
P.Col. 1 p. 3-4
Documentary Papyri, P.Col. 1 Inv480
Not analysed yet
ἐκ τοῦ διαγράμματος τοῦ τῶν ἀνδραπόδων ὁ πραγματευόμενος τὴν ὠνὴν τῶν ἀνδραπόδων καὶ ὁ ἀντιγραφεὺς πράξονται τῶν σωμάτων ὧν ἂν αἱ ὠναὶ ἐπὶ τῶν ἀγορανόμων καταγράφωνται τῆς τιμῆς ἧς ἂν καταγράφωνται πρὸς ἀργύριον παρὰ τοῦ ἀποδομένου σὺν τῆι ἑκατοστῆι πρότερον λογευομένηι εἰς τὴν Δικαιάρχου δωρεὰν τῆς μνᾶς δραχμὰς θ ὀβολοὺς β 𐅵καὶ παρὰ τοῦ ἀγοράσαντος δραχμὰς η ὀβολοὺς β 𐅵ὥστε γίνεσθαι τῆς μνᾶς δραχμὰς ιζ πεντώβολον καὶ τῆι πόλει προπωλητικὸν παρὰ τοῦ ἀποδομένου τοῦ σώματος δραχμὰς δ ὀβολὸν. ἐὰν δέ τις ἀγοράσηι ἐφʼ ὧι τὰ τέλη πάντα καταβαλεῖ πράξονται τῆι μνᾶι δραχμὰς κ ὀβολὸν καὶ τῆι πόλει τοῦ σώματος δραχμὰς δ ὀβολὸν. ἐὰν δέ τις ἐξ ὑπερβολῆς ἢ ἀνθυπερβολῆς κατάσχηι προσκαταβαλεῖ τῆι πόλει ἄλλο προπρατικόν τῶν δὲ πωλουμένων διὰ ξενικῶν πράκτορος πραχθήσονται οἱ ἀγοράσαντες τῆς μνᾶς δραχμὰς ιθ καὶ κηρύκειον ἑκατοστὴν δραχμὴν α καὶ εἰς τὴν δωρεὰν γραφεῖον τοῦ σώματος δραχμὴν α. τῶν δὲ πρὸς βασιλικὰ πωλουμένων πραχθήσονται οἱ ἀγοράσαντες τῆς μνᾶς δραχμὰς ιϛ ὀβολοὺς 5 καὶ κηρύκειον ἑκατοστὴν δραχμὴν α καὶ γραφεῖον εἰς τὴν Δικαιάρχου δωρεὰν τοῦ σώματος δραχμὴν α. τῶν δὲ ὑποχρέων σωμάτων ὅσα ἂν ἐλεύθερα ὄντα ἑαυτα …τὸ χρέος πράξονται τὸν δανείζοντα τῆς μνᾶς δραχμὰς ε ὀβολὸν καὶ τὸν δανειζόμενον δραχμὰς ε ὀβολὸν ὥστʼ εἶναι τῆι μνᾶι δραχμὰς ι ὀβολοὺς 2 καὶ γραφεῖον τοῦ σώματος δραχμὴν α. …αι πρὸς τὸ χρέος πράξονται τὸν ……τῆς μνᾶς δραχμὰς …πεντώβολον καὶ ἑκατοστὴν δραχμὴν α καὶ γραφεῖον τοῦ σώματος δραχμὴν μίαν …ὁ δʼ ἀναπ… ἧι ἂν ἡμέραι ἀπογράψηται …αὐθήμερον ……ια…