Ancient Greek
P.Col. 10 250
Documentary Papyri, P.Col. 10 250
Not analysed yet
…νισαπε…ιππ…αρις Ἀκουσιλάωι …τραπεζίτῃ χαίρειν· χρημάτισον Ἡρακλείδῃ …ου καὶ ταῖς τούτου ὁμοπατρίοις καὶ ὁμομητρίοις ἀδελφαῖς Ἀφροδισίᾳ καὶ Νικοστράτῃ μετὰ κυρίων, τῆς μὲν Ἀφροδισίας τοῦ ἀνδρὸς Μαρκίονος τοῦ καὶ Διογένους τοῦ Ἡρακλείδου, τῆς δὲ Νικοστράτης τοῦ συγγενοῦς Διονυσίου …ο…φίλου χρήσει επιμ… τοῦ ὑπάρχοντος αὐτοῖς κλήρου κατοικικοῦ ἀρουρῶν δεκαπέντε ἢ ὅσαι ἐὰν ὦσι περὶ Φιλαδελφέαν τῆς Ἡρακλείδου μερίδος ἀκολούθως τῇ γεγονυίᾳ εἴς με διὰ τοῦ ἐν Φιλαδελφέᾳ γραφίου ἀσφαλίαι ἀργυρίου δραχμὰς δισχίλιας ἑξακόσιας ἕξ, γίνονται δραχμαὶ Βχϛ χωρὶς ἄλλων ὧν ὀφίλουσιν. ἔτους γ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαρμοῦθι ι.