Ancient Greek
P.Col. 10 259
Documentary Papyri, P.Col. 10 259
Not analysed yet
ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι ιε, διὰ τῆς Σαραπίωνος τραπέζης στοᾶς Ἀθηνᾶς Ἰσίδωρος Μαρίωνος Ἑρμᾷ Ἥρωνος τοῦ Ἑρμᾶ ἀπὸ ἀμφόδου Χηνοβοσκίων ἑτέρων, ὡς ἐτῶν μ οὐλὴ μετώπῳ μέσῳ, ἔχειν αὐτὸν παρὰ τοῦ Ἰσιδώρου χρῆσιν ἔντοκον κεφαλαίου ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι ,ἃς καὶ ἀποδώσει ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως. Ἑρμᾶς δεδάνισμαι τὰς δραχμὰς ἑκατὸν εἴκοσι ,ἃς ἀποδώσω μηνὶ Παῦνι τοῦ αὐτοῦ ἐνάτου ἔτους καθὼς πρόκειται.