Ancient Greek
P.Col. 10 271
Documentary Papyri, P.Col. 10 271
Not analysed yet
ἔτους θ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Εὐσεβοῦς καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν καὶ Πουπλίου Σεπτιμίου Γέτα Καίσαρος Εὐσεβοῦς Σεβαστῶν Φαρμοῦθι ιγ διεγράφη Ὡρίωνι καὶ μετόχοις πράκτορσι ἀργυρικῶν Ἡφαιστιάδος διὰ Διοτίμου χειριστοῦ Αὐρηλία Ἀμμωνάριον διὰ Νιλάμμωνος ὑπὲρ εἰδῶν καὶ γεωμετρίας η ἔτους δραχμὰς τεσσαράκοντα, γίνονται δραχμαὶ μ.