Ancient Greek
P.Col. 10 279
Documentary Papyri, P.Col. 10 279
Not analysed yet
…τὸ ἀλίκλιον ταχύτερον πέμψαι μοι. οἶδας ὅτι χειμών ἐστί καὶ χρεία ἐστὶν αὐτῶν· μὴ οὖν ἀμελήσῃς· καὶ ἄν τις σοι χρεία ἦν τῶν ἐνθάδε, δήλωσόν μοι διὰ ἐπιστολῆς ὅπως ἀποπέμπω σοι, εἰδὼς ὅτι ἡδέως ποιῶ· ἢ μεταδώσεις τῷ ἀδελφῷ μου. τούτου αὐτῷ ἐντέταλμαι μὴ ἀμελεῖν. οἶδας καὶ σὺ τὸν ἄνθρωπον τὸν ὀφείλοντά μοι, ἐπεὶ οὐκ ἦν δίκαιον ὀνομάζειν αὐτὸν διὰ ἐπιστολῆς, καὶ σὺ αὐτὸς τοσοῦτο ποίησον, οἶδα γὰρ πῶς με φιλεῖς, τοῦ ὀχλῆσαι αὐτὸν ἐπεὶ ἐκεῖνος ἀμελής ἐστίν. ἐάν τιπράξῃ ἀντιγράψεις μοι. ἀσπάζομαι τὴν θυγατέρα καὶ υἱόν. ἀσπάζεταί σε Ὡριγένης καὶ Πᾶσις καὶ Πρωτοῦς. ἔρρωσο μοι. ἀπόδος Νεμεσιανῷ