Ancient Greek
P.Col. 10 282 Vo
Documentary Papyri, P.Col. 10 282
Not analysed yet
Κορνήλιος Θέωνι τῷ φιλτάτῳ χαίρειν. ἐπειδὴ ὧν ἐπέδωκα λόγων Τῦβι καὶ Μεχεὶρ ὁ γραμματεὺς οὐ μόνον, ἀλλὰ καὶ πᾶς ἄλλος ἐπέστελλεν τὰς ἐξοδιασθείσας ὑπʼ ἐμοῦ δόσεις τοῖς ἀμπελουργοῖς, ὡς ὀφειλούσας ὑπὸ σοῦ δίδοσθαί μοι οὗ χειρίζεις οἴνου, ἀναγκαίως ἐπιστέλλω σοί, φίλτατε, ἵνʼ εἴδῃς καὶ πρόνοιαν τούτου ποιήσῃς πρὸς τὸ μηδεμίαν ζημίαν λαβεῖν …αρ… απο… δεκατ… αποχει… τρω… ηος… δων… εβδομ… αμπελ… δευτ… …μοι…