Ancient Greek
P.Col. 10 292
Documentary Papyri, P.Col. 10 292
Not analysed yet
πρὸ μὲν πάντων εὐχόμενος ὑπὲρ τῆς σῆς ὑγίας …καὶ καλῶς διάγειν. ἐπειδὴ ἦλθεν ἐνταῦθα Θε…ρως ὁ ἀδελφὸς χάριν δούς καὶ ἀνεστάτωσεν τὴν κόρην Θεοδώραν τῷ ὀνόματι, καὶ ἔλαβέν μου κεράτια λιτὰ δεκατέσσαρα. ὁμοίως ἐνεγυησάμην αὐτὴν πρὸς τὸν ἀποστασάριον λιτὰ κεράτια ὀκτὼ . ἔλαβεν καὶ στιχαρομαφόριον καὶ ὀθώνιον, καὶ ταῦτα ἀπαιτοῦμαι ὡς ἐγγυήτης αὐτῆς. ταῦτά σοι ἔγραψα, ἑταῖρε γνήσιε καὶ ἐπιστάτα, πρὸς Σώκοριν τέταρτον καὶ Ἀλύπιον δεύτερον. φρόντισον ὡς ὅποσον διαπονῇ. οἶδα γὰρ ὅτι φρόνιμος εἶ. τῷ ἐμοῦ δεσπότῃ ἀδελφῷ Χαρισίῳ πρὸς Σώκοριν τέταρτον καὶ Ἀλίπιον δεύτερον