Ancient Greek
P.Col. 7 136
Documentary Papyri, P.Col. 7 136
Not analysed yet
ἔτους ιβ καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ δ Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων Σεβαστῶν Ἐπὶφ η. διέγραψεν Σαραπίων Ὀννώφρεως καὶ Χαιρήμων Σαραπίωνος καὶ Χαιρήμων Κοπρῆ διʼ Ἰσιδώρου ναῦλα εἰδῶν καὶ σαλγάμου καὶ τιμὴν οἴνου ε ἐπιγραφῆς δραχμὰς χιλίας ἑξακοσίας, δραχμὰς Αχ Αὐρήλιοι Πελῆνις καὶ Ἰσίδωρος ἀπαιτηταὶ σεσημειώμεθα Αὐρήλιοι Πτολλᾶς καὶ Πανκράτις ἀπαιτηταὶ σεσημειώμεθα ἔτους ιβ καὶ ια καὶ δ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Μεσορὴ ια Αὐρήλιοι Παῆσις καὶ Λεωνίδης καὶ Συρίων καὶ Ἰσίδωρος οἱ δ σιτοπαραλημπταὶ κώμης Καρανίδος ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῳ τῆς αὐτῆς κώμης μέτρῳ δημοσίῳ ξυστῷ…Καρανίδος …εἴκοσι ……τ… Αὐρήλιοι Παῆσις καὶ Λεωνίδης καὶ Συρίων καὶ Ἰσίδωρος σεσημειώμεθα. Παῆσις ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. ἔτους ιβ καὶ ια καὶ δ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Μεσορὴ ια Αὐρήλιοι Παῆσις καὶ Λεωνίδης καὶ Ἰσίδωρος καὶ Συρίων οἱ δ σιτοπαραλημπταὶ κώμης Καρανίδος ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ τῆς αὐτῆς κώμης μετρημ δημοσίῳ ξυστῷ ὑπὲρ τοῦ ἐνεστῶτος ιβ ἔτους καὶ ια ἔτους καὶ δ ἔτους ὑπὲρ κώμης Καρανίδος ὀνόματος Χαιρήμωνος Σαραπίωνος διὰ Ἰσιδώρου πυροῦ καθαροῦ ἀρτάβας εἴκοσι, γίνονται ἀρτάβαι κ καὶ ὑπὲρ ὀνόματος Πτολεμαίου Χαιρήμωνος διὰ κληρονόμων Κοπρῆτος πυροῦ καθαροῦ ἀρτάβας πέντε, γίνονται ἀρτάβαι ε καὶ ὑπὲρ ὁριοδεικτίας ὀνόματος Κοπρῆτος πυροῦ καθαροῦ ἀρτάβην μίαν καὶ ὑπὲρ ὀνόματος Σαραπίωνος Ὀννώφριος διὰ Ἰσιδώρου πυροῦ καθαροῦ ἀρτάβας ἕνδεκα, γίνονται ἀρτάβαι ια καὶ ὑπὲρ ἀποσπορᾶς πυροῦ καθαροῦ ἀρτάβας εἴκοσι ἥμισυ. γίνονται ἀρτάβαι κ 𐅵γίνονται τοῦ συμβόλου πυροῦ ἀρτάβαι νζ 𐅵Αὐρήλιοι Παῆσις καὶ Λεωνίδης καὶ Συρίων καὶ Ἰσίδωρος σεσημειώμεθα. Παῆσις ἔγραψα ὑπὲρ τῶν κοινωνῶν ἀγραμμάτων. ὁ αὐτὸς Ἰσίδωρος ἐμέτρησεν ὑπὲρ ὀνόματος Σαραπίωνος Ὀννώφρεως πυροῦ καθαροῦ ἀρτάβας τρεῖς, γίνονται ἀρτάβαι γ καὶ ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους Μεχεὶρ λ διέγραψεν τιμὴν πυροῦ γενήματος ιβ ἔτους καὶ ια ἔτους καὶ δ ἔτους ὑπὲρ ἀποσπορᾶς ὁριοδεικτίας δραχμὰς ἑπτακοσίας εἴκοσι, γίνονται δραχμαὶ ψκ καὶ τούτων τοὺς ὀβολοὺς καὶ τὰς διαγραφάς. Αὐρήλιοι Παῆσις καὶ οἱ κοινωνοὶ σεσημειώμεθα.