Ancient Greek
P.Col. 7 148
Documentary Papyri, P.Col. 7 148
Not analysed yet
Αὐρήλιοι Κοπρῆς Παύλου καὶ Ἰούλιος Σευηρίνου καὶ οἱ κοινωνοὶ ἀποδέκται σίτου πόλεως Αὐρηλίῳ Ἀτισίῳ Λεονίδου κεφαλαιωτῇ Καρανίδος χαίρειν· παρελάβαμεν παρὰ σοῦ ὑπὲρ δωδεκάτης ἰνδικτίονος κωμητῶν πυροῦ καθαροῦ ἀρτάβας ὀκτὼ δωδέκατον, ἀρτάβας η ιβ μόνας. Κοπρῆς σεσημείωμαι. Πλουτίων σεσημείωμαι. ὑπατείας Σεπτιμίου Ἀκινδύνου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ποπολλωνίου Πρόκλου τοῦ λαμπροτάτου, Φαμενὼθ κε. καὶ τῇ κζ ὁμοίως ὁ αὐτὸς Ἀτίσιος Λεονίδου ὑπὲρ δωδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ ἀρτάβην μίαν ἕκτον, σίτου ἀρτάβην α ϛ μόνας. Κοπρῆς σεσημείωμαι. Πλουτίων σεσημείωμαι. καὶ πιττακίου Πανᾶ …Αὐρήλιοι Κοπρῆς Παύλου καὶ Ἰούλιος Σευηρίνου καὶ κοινωνοὶ ἀποδέκται σίτου πόλεως Αὐρηλίῳ Ἀντιουρίῳ Ἀβοῦ κεφαλαιωτῇ Καρανίδος χαίρειν· παρελάβαμεν παρὰ σοῦ ὑπὲρ δωδεκάτης ἰνδικτίονος κωμητῶν πυροῦ καθαροῦ ἀρτάβας πέντε δίμοιρον, ἀρτάβας ε 𐅷. καὶ διὰ Χαιράου ἄλλας ἀρτάβας δύο ἥμισυ τρίτον, ἀρτάβας β 𐅵γ μόνας. Κοπρῆς σεσημείωμαι. Πλουτίων σεσημείωμαι. ὑπατείας Σεπτιμίου Ἀκινδύνου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ποπολλωνίου Πρόκλου τοῦ λαμπροτάτου, Φαμενὼθ κε. τῇ αὐτῇ ἡμέρᾳ διὰ Κάστορος Ἀριτίου κεφαλαιωτοῦ Καρανίδος ὑπὲρ δωδεκάτης ἰνδικτίονος κωμητῶν πυροῦ καθαροῦ ἀρτάβας πέντε, ἀρτάβας ε μόνας. Κοπρῆς σεσημείωμαι. καὶ τῇ κϛ, διὰ Ἀντιουρίου Ἀβοῦ κεφαλαιωτοῦ Καρανίδος ὑπὲρ δωδεκάτης ἰνδικτίονος κωμητῶν πυροῦ καθαροῦ ἀρτάβην μίαν ἥμισυ τρίτον, ἀρτάβην α 𐅵γ μόνας. Ἄναιος σεσημείωμαι. Πλουτίων σεσημείωμαι. καὶ Φαρμοῦθι α διὰ Κάστορος κεφαλαιωτοῦ Καρανίδος ὑπὲρ δωδεκάτης ἰνδικτίονος κωμητῶν πυροῦ καθαροῦ ἀρτάβης ἥμισυ δωδέκατον, ἀρτάβης 𐅵ιβ μόνας. Κοπρῆς σεσημείωμαι. Πλουτίων σεσημείωμαι.