Ancient Greek
P.Col. 7 151
Documentary Papyri, P.Col. 7 151
Not analysed yet
Θὼθ ι. παρήνεγκεν Ἀμμωνᾶς Ἀτεισίου ὑπὲρ ἐκκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἑξήκοντα ἕξ, ἀρτάβας ξϛ μόνας. Μακάριος καὶ Οὐράνιος διʼ ἐμοῦ Κυρίλλου σεσημειώμεθα ἀρτάβας ἑξήκοντα ἓξ μόνας . Θὼθ ι. παρήνεγκεν Πτολεμαῖος Ἀιώνεως ὑπὲρ ἑκκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἐννέα, ἀρτάβας θ μόνας. Μακάριος καὶ Οὐράνιος διʼ ἐμοῦ Κυρίλλου σεσημειώμεθα ἀρτάβας ἐννέα μόνας Παῦνι κβ. παρήνεγκεν Ἀμμωνᾶς Ἀτισίου ἐν ὅρμῳ πόλεως ὑπὲρ δευτέρας ἰνδικτίωνος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἑξήκοντα, σίτου ἀρτάβας ξ μόνας. Σαραπίον σεσημείωμαι σίτου ἀρτάβας ἑξήκοντα . Ἄμμων σιτομέτρης ἐμέτρησα.