Ancient Greek
P.Col. 7 155
Documentary Papyri, P.Col. 7 155
Not analysed yet
Μεσορὴ ι. παρήνεγκαν Ἥρων καὶ κοινωνοὶ σιτολόγοι Ἱερᾶς Καρανίδος διὰ Παπέει Ἰσιδώρου ὑπὲρ δευτέρας νέας ἰνδικτίονος κωμητῶν πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ τρίτον δωδέκατον, ἀρτάβας β 𐅵γ ιβ μόνας. Σουχιδᾶς σεσημείωμαι. Κύριλλος σεσημείωμαι. καὶ τῇ ιβ ὁμοίως οἱ αὐτοὶ διὰ Παπέει Ἰσιδώρου ὑπὲρ δευτέρας νέας ἰνδικτίονος κωμητῶν Ἱερᾶς Καρανίδος πυροῦ καθαροῦ ἀρτάβης τρίτον, ἀρτάβης γ μόνον. Σουχιδᾶς σεσημείωμαι. Κύριλλος σεσημείωμαι. Μεσορὴ ι. Παννοῦς καὶ κοινωνοὶ σιτολόγοι Πτολεμαίδος Καρανίδος διὰ Παπέει Ἰσιδώρου ὑπὲρ δευτέρας νέας ἰνδικτίονος κωμητῶν πυροῦ καθαροῦ ἀρτάβας δύο, ἀρτάβας β μόνας. Σουχιδᾶς σεσημείωμαι. Κύριλλος σεσημείωμαι. καὶ τῇ ιβ ὁμοίως οἱ αὐτοὶ διὰ Παπέει Ἰσιδώρου ὑπὲρ δευτέρας νέας ἰνδικτίονος κωμητῶν Πτολεμαίδος Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας δύο, ἀρτάβας β μόνας. Σουχιδᾶς σεσημείωμαι. Κύριλλος σεσημείωμαι. Μεσορὴ ι. Ἀπολλώνιος καὶ κοινωνοὶ σιτολόγοι Καινοῦ Καρανίδος διὰ Παπέει Ἰσιδώρου πυροῦ καθαροῦ ἀρτάβης ἥμισυ τρίτον δωδέκατον, ἀρτάβης 𐅵γ ιβ μόνον. Σουχιδᾶς σεσημείωμαι. Κύριλλος σεσημείωμαι. Κύριλλος σεσημείωμαι. καὶ τῇ ιβ ὁμοίως οἱ αὐτοὶ διὰ Παπέει Ἰσιδώρου ὑπὲρ δευτέρας νέας ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβης τρίτον δωδέκατον, ἀρτάβης γ ιβ μόνον. Σουχιδᾶς σεσημείωμαι. Κύριλλος σεσημείωμαι.