Ancient Greek
P.Col. 7 157
Documentary Papyri, P.Col. 7 157
Not analysed yet
Ἐπεὶφ ϛ. παρήνεγκεν Ἀιῶν Σαραπίωνος ὑπὲρ τρίτης νέας ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ὀκτὼ δίμοιρον, ἀρτάβας η 𐅷μόνας. Ἰσίων σεσημείωμαι. καὶ τῇ ια, ὁ αὐτὸς Ἀιῶν Σαραπίωνος ὑπὲρ τρίτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας δεκατέσσαρας ἥμισυ τρίτον δωδέκατον, ἀρτάβας ιδ 𐅵γ ιβ μόνας. Σαραπίων σεσημείωμαι ἀρτάβας δεκατέσσαρας ἥμισυ τρίτον δωδέκατον . καὶ τῇ ιγ, ὁ αὐτὸς Ἀιῶν Σαραπίωνος ὑπὲρ τρίτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ μόνας. Σαραπίων σεσημείωμαι ἀρτάβας ἕξ . Παῦνι η. παρήνεγκεν Ἀειῶν Σαραπίωνος κωμητῶν Καρανίδος ὑπὲρ ἕκτης ἰνδικτίονος κρέως λίτρας εἴκοσι, λίτρας κ. Διότιμος σεσημείωμαι.