Ancient Greek
P.Col. 7 161
Documentary Papyri, P.Col. 7 161
Not analysed yet
Παχὼν ια. παρήνεγκεν Ἡρᾶς Σαραπίωνος ἐν ὅρμῳ Λευκογίου εἰς πλοῖον Ἱερακαπόλλωνος ἐπισκόπου ὑπὸ Τιθιοεῖς ὑπὲρ ε ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ μόνας. Κύριλλος σεσημείωμαι. Μεσορὴ ϛ. παρήνεγκεν Ἡρᾶς Σαραπίωνος ὑπὲρ δεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος σίτου ἀρτάβας δεκατρεῖς, ἀρτάβας ιγ μόνας. Σαραπίων σεσημείωμαι. Αὐρήλιοι Ἰσίδωρος Καναοῦτ καὶ Ἀιῶν καὶ κοινωνοὶ ὑποδέκται κώμης Καρανίδος Αὐρηλίῳ Ἡρᾷ Σαραπίωνος χαίρειν· ἔσχαμεν παρὰ σοῦ ὑπὲρ τετάρτης δ ἰνδικτίονος καὶ πέμπτης ε ἰνδικτίονος καὶ ϛ ἰνδικτίονος κωμητῶν κριθῆς ἀρτάβας δώδεκα ἥμισυ τρίτον, ἀρτάβας ιβ 𐅵γ μόνας. Αὐρήλιος Μέλας ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Παχὼν κδ. παρήνεγκεν Σαραπίων Οὐενάφριος ἐν ὅρμῳ Λευκογίου ὑπὲρ γενήματος τετάρτης ἰνδικτίονος κωμητῶν Καρανίδος εἰς πλοῖον Ἱερακαπόλλωνος ἐπισκόπου ὑπὸ Τιθιοεῖς σίτου καθαροῦ ἀρτάβας ἕξ τέταρτον, ἀρτάβας ϛ δ μόνας. …ε… σεσημείωμαι. διέγραψεν Σαραπίων Οὐενάφριος σίτου ἐν τῇ κώμῃ ὑπὲρ πέμπτης ε σίτου ἀρτάβας εἴκοσι δίμοιρον, ἀρτάβας κ 𐅷. Μωμᾶς ἔγραψα τὰ ὅλα. Ἐπεὶφ ιδ. παρήνεγκεν Ἡρας Σαραπίωνος κωμητῶν Καρανίδος ὑπὲρ ἕκτης νέας ἰνδικτίονος κριθῆς ἀρτάβας ἕξ, ἀρτάβας ϛ. Θεόδωρος καὶ Χρῆστος σεσημειώμεθα κριθῆς ἀρτάβας ἓξ μόνας. Παῦνι ζ· παρήνεγκεν Ἡρᾶς Σαραπίωνος κωμητῶν Καρανίδος ὑπὲρ ἕκτης ἰνδικτίονος κρέως χοιρείου λίτρας δέκα, λίτρας ι μόνας. Δωρόθεως διʼ ἐμοῦ …Χοίακ …· παρήνεγκεν Ἡρᾶς Σεραπίωνος κωμητῶν Καρανίδος ὑπὲρ ἕκτης ἰνδικτίονος κρέως λίτρας τέσσαρας, λίτρας δ μόνας. Δωρόθεος διʼ Ἀφοῦς σεσημείωμαι. Χοίακ ι· παρήνεγκεν Σαραπίων …κωμητῶν Καρανίδος ὑπὲρ ἕκτης ἰνδικτίονος κρέως λίτρας τρεῖς, λίτρας γ μόνας. Δωρόθεος σεσημείωμαι.