Ancient Greek
P.Col. 7 171
Documentary Papyri, P.Col. 7 171
Not analysed yet
Διοσκόρῳ καὶ Σωτᾷ πραιποσίτοις ε πάγου παρὰ Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ ὑμετέρου πάγου· τῶν θρεμμάτων Παμούνεως καὶ Ἁρπάλου καταλυμηναμένων ἣν ἔχω σπορὰν καὶ μὴν καὶ τῆς βοὸς αὐτῶν πάλιν ἐν τῷ αὐτῷ τόπῳ καταβοσκηθείσης ὥστε ἀχρήσιμόν μοι τὴν γεωργίαν γενέσθαι, καὶ καταλαβομένου μου τὴν βοῦν καὶ ἀνάγοντος αὐτὴν ἐπὶ τῆς κώμης ἀπαντήσαντές μοι κατὰ τοὺς ἀγροὺς μετὰ ῥοπάλων καὶ χαμαιριφῆ ἐμὲ ποιησάμενοι πληγαῖς κατέκοψαν καὶ τὴν βοῦν ἀφείλαντο ὥσπερ καὶ αἱ περὶ ἐμὲ πληγαὶ δηλοῦσιν, καὶ εἰ μὴ βοηθείας ἔτυχον ὑπὸ τῶν παραγενομένων Ἀντωνίνου διάκονος καὶ Ἰσὰκ μοναχοῦ τάχα ἂν τέλεόν με ἀπώλεσαν. ὅθεν ἐπιδίδωμι τάδε τὰ ἔνγραφα ἀξιῶν αὐτοὺς ἀχθῆναι ἐπὶ σοῦ καὶ περὶ τῆς σπορᾶς καὶ περὶ τῆς ὕβρεως τηρεῖσθαι ἐμοὶ καὶ τὸν λόγον ἐπὶ τοῦ ἡγεμονικοῦ δικαστηρίου …τοῖς ἐσομένοις ὑπάτοις τὸ δ Παῦνι ιβ