Ancient Greek
P.Col. 8 208
Documentary Papyri, P.Col. 8 208
Not analysed yet
ὁ δεῖνα τῶι δεῖνι χαίρειν· εἰ ἔρρωσαι, τὸ δέον ἂν εἴη. ἔρρωμαι δὲ καὶ αὐτός. τῆς ἐπιστολῆς πρὸς Πάιν κ… …ὑποτέταχά σοι τὸ ἀντίγραφον, ὅπως εἰδὼς παραπέμψηις τὸ πλοῖον ἀσφαλῶς ἕως τοῦ ἐγδέξασθαι αὐτὸ τοὺς περὶ Ἅκωριν τὸν ἐπὶ τοῦ Ἑρμοπολίτου. ἐπιμελοῦ δὲ καὶ σεαυτοῦ. ἔρρωσο. ἔτους ιη, Μεχεὶρ …. Πάιτι. τὸ ἀνειληφὸς πλοῖον τὰ πρὸς Κομανὸν τῶν πρώτων φίλων ἐκ τοῦ Ἀρσινοίτου ἀπεσταλμένα χρήματα, ἐφʼ οὗ ἐπιπλεύσει ὁ δεῖνα τῶν ἡγεμόνων, καλῶς ποιήσεις παραπέμψας ἀσφαλῶς ἕως τοῦ ἐγδέξασθαι αὐτὸ τοὺς περὶ Ἅκωριν.