Ancient Greek
P.Col. 8 216
Documentary Papyri, P.Col. 8 216
Not analysed yet
Σευηριανὸς Ἀμμωνιανῷ τῷ ἀδελφῷ χαίρειν· πρὸ πάντων εὔχομαι ὑμᾶς ὑγιαίνειν τὸ προσκύνημά σου ποιοῦμεν παρὰ τῷ κυρίῳ Σαράπιδι. ἐκομισάμην παρὰ τοῦ πατρός σου καὶ ἠγόρασα ἅ ἔγραψάς μοι. ὑμεῖς δὲ ἀναστείλατε τὸ ἀπόχυμα τοῦ πατρός σου …κατάλοιπον. ἀσπάζου τὴν μητέρα σου καὶ …ιον τὸν ἀδελφόν σου καὶ πάντας τοὺς σούς. ἀσπάζεταί σε Βίκττωρ καὶ Ὁνορᾶτος καὶ Εὔνοιχος καὶ Θε…ι…ης καὶ Ἀπολινάρις καὶ ἡ ἀδελφὴ αὐτοῦ καὶ …όδωρος καὶ Ἀοῦτις. ἐρρῶσθαί σε εὔχομαι. ἀπὸ Σευηριανοῦ Ἀμμωνιανῷ