Ancient Greek
P.Col. 8 219
Documentary Papyri, P.Col. 8 219
Not analysed yet
……μετὰ κυρίου τοῦ δεδομένου μοι κατὰ τὰ Ῥωμαίων ἔθη Σέξστου Πομπηείου …Πτολεμαίου τραπεζίτῃ χαίρειν· χρημάτισον Κασ…υς… τοῦ Κεφάλωνος Σωσικοσμείῳ τῷ καὶ Ἀλθαιεῖ τιμὴν δούλης Σαραπιάδος ἐνγενοῦς Ἀλεξανδρείᾳ τῆς καταγεγραμμένης μοι ὑπὸ αὐτοῦ κατὰ δίπλωμα Ἑλληνικὸν ἁπλῷ χρήματι καὶ οὔσης ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς ὥστε ἀπέχειν αὐτὸν τὰς ὅλας τῆς τιμῆς ἀργυρίου δραχμὰς χιλίας, σὺν αἷς ἔχει διὰ χειρὸς ἀργυρίου δραχμαῖς ὀκτακοσίαις τὰς λοιπὰς ἀργυρίου δραχμὰς διακοσίας ,βεβαιοῦντος τοῦ ἀδελφοῦ αὐτοῦ Ἰσιδώρου Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως, γίνονται δραχμαὶ σ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Ἐπεὶφ ιθ. Κας…