Ancient Greek
P.Col. 8 225
Documentary Papyri, P.Col. 8 225
Not analysed yet
Ἀμμωνιανὸς Ἀπολιναρίῳ τῷ πατρὶ πολλὰ χαίρειν· πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σεράπιδι καθʼ ἑκάστην ἡμέραν. ἐδήλωσά σοι καὶ διʼ Ἀντᾶτος ὅτι ἐὰν θέλῃς ἵνα μείνωμεν ὧδετὸν χειμῶνα, δήλωσον ἡμῖν ἐν τάχει ἵνα ἴδωμεν τί θέλεις καὶ οὕτως πράξωμεν. ἔπεμψά σοι δὲ διʼ αὐτοῦ σφυρίδιν μικρὸν ὅπου τάριχοι ι καὶ σολίων ζεύγη δ καὶ κενωμάτων κοίκια δ καὶ τὴν συστατικὴν καὶ τὴν προφεσσίωνα Ἑρεννίου. γινώσκειν δέ σε θέλω ὅτι Μάρις ὁ βενεφικιάριος ἔλαβέν σου τὸ ὄνομα καὶ τὰ σημεῖα καὶ λέγει ὅτι προσερχέσθω μοι καὶ εὑρήσῃ με εἰς ὃ ἐὰν θέλει. οὕτως γὰρ Ἰουλιανὸς ἐνετείλατο αὐτῷ πολλὰ περὶ σοῦ. φίλος γὰρ αὐτοῦ ἐστιν λίαν. ἀσπάζεται ὑμᾶς πάντας ἡ μήτηρ μου καὶ Ἰουλιανὸς καὶ Κύρίλλος καὶ Κυρία καὶ Ἰγνάτιος καὶ Παυλῖνος καὶ Ἰσίακος. ἀσπάζου πολλὰ τὸν πατέρα μου Διογενᾶν καὶ τοὺς ἐν οἴκῳ πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι. …ἀπόδος Ἀπολιναρίῳ ἀπʼ Ἀμμωνιανοῦ υἱοῦ