Ancient Greek
P.Col. 8 229
Documentary Papyri, P.Col. 8 229
Not analysed yet
Δίδυμος Λογγίνου, Ἀμάθιτι Σωκμήνεως καὶ Πεκύσει Ἥρωνος καὶ τοῖς λοιποῖς πρεσβυτέροις κώμης Φιλαδελφίας· ὀμνύω τὴν τῶν κυρίων Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα τύχην ἐμοῦ μὴ εἶναι τὰ πρόβατα ταῦτα ρ, ἀλλὰ Μύσθου τοῦ ἐξηγητοῦ, περὶ ὧν θέλετέ μοι ἀπαίτησιν ὑπὲρ λόγου ζυγοστασίου. ἐὰν δὲ φανῶ ἔρια πιπράσκων, ἔνοχος εἴην τῷ ὅρκῳ. Νεῖλος υἱὸς …ἐξηγητεύσαντος τῆς Ἀρσινοιτῶν πόλεως ἔγραψα ὑπὲρ τοῦ Διδύμου ὅλον τὸ σῶμα.