Ancient Greek
P.Col. 8 237
Documentary Papyri, P.Col. 8 237
Not analysed yet
ὑπατείας Φλαουίου Ὀλυπρίου τοῦ λαμπροτάτου Παῦνι θ Αὐρήλιος Ἡρώδης Ἀντωνίνου ἀπὸ κώμης Θεαδελφίας τοῦ Ἀρσινοίτου νομοῦ Αὐρηλίῳ Ἀγάθῳ Ἄτιν ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν· ἐδεξάμην παρὰ σοῦ εἰς πάντα λόγον τοῦ φθάνοντός μοι μέρους τῆς κληρονομίας, τῆς προσηκούσης ἡμῶν Ἀσαύει, λέγω δὴ, χρύσινον ἕνα καὶ πρὸς ἀμεριμνίαν σὴν καὶ πρὸς τὸ ἀπεντεῦθεν μηδένα λόγον ἔχειν ἐμὲ πρὸς σὲ περὶ μηδενὸς πράγματος τὸ σύνολον οὔτε περὶ κληρονομίας οὔτε ἐνγράφου οὔτε ἀγράφου ἐξεδόμην σοὶ τήνδε τὴν ἀσφάλειαν κυρίαν οὖσαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἡρώδης ὁ προκίμενος ἔσχον παρὰ σοῦ τοῦ Ἀγάθου χρύσινον ἕνα εἰς λόγον τοῦ φθάνοντός μοι μέρους τῆς κληρονομίας καὶ ἀπεντεῦθεν μηδένα λόγον ἔχω πρὸς σὲ περὶ τούτου ὡς πρόκιται. Αὐρήλιος Ἥρων Ζακάωνος ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. di emu …eteleioth δεξιὰ Ἡρώδου πρὸς Ἄγαθον.