Ancient Greek
P.Col. 8 242
Documentary Papyri, P.Col. 8 242
Not analysed yet
παρὰ καὶ πρίν με γράψαι οὐκ ἀγνοήσει ἡ σὴ θαυμασιότης ὡς ὅτι οὐκ ᾐτήθη ἀπὸ Καρανίδος πρὸς τὸ οἰκίσαι αὐτὸν τὴν κώμην οὔτε μὴν …εσαι τῷ Βασιλεῖ. καὶ γὰρ ἐν τῇ ἐχθὲς ῥιφθείς μοι η… παρὰ τῷ κεφαλαιωτῇ πρὸς μεθοδίαν φανεροῦ κέρματος τοῦτον ζητήσας μεθοδεῦσαι περιερρόγχασέν μοι καὶ ἐβουλήθη μοι ἐπελθεῖν …δ… τὸν εἰρήναρχον καὶ τὸν ἄλλον λειτουργὸν τοῦτον ἐδυνήθην μεθοδεῦσαι τοῦ κυδαδιτινος ἕνεκεν. ὁ αὐτὸς ἐκεῖνος συνάξας αὐτοῦ τοὺς διαφέροντας κάθισμα ἐποίησεν τῷ εἰρηνάρχῳ τοῦτον μέλλων ἀνελεῖν πρὸς τὸ τούτου γιγνομένου τοῦ λοιποῦ μήτεμερισμὸν μήτε ἄλλο τι ἀπόκρισιν αὐτοὺς ποιεῖν· καὶ γὰρ ἐν τῇ σήμερον οὔτʼ εἰρήναρχος οὔτε ἄλλος τις ἦλθεπρός με διʼ ὃ ἐπάθομεν τῇ ἐχθὲς ἀλλὰ ἁπλῶς οὕτω καθιζόμεθα μηδὲν πόλεμον ποιοῦντες.