Ancient Greek
P.Col. Teeter (Diss.) 10
Documentary Papyri, P.Col. Teeter (Diss.) 11 302
Not analysed yet
καταλαβὼν τὴν Ἀλεξανδρέων ἔγνων τὸν εὐλαβέστατον ἐπίσκοπον ἀποπλεῦσαι ἐπὶ τὸ Πηλούσιον· συνήθως τοίνυν εὐδοκιμοῦσα ἡ σὴ μεγαλοπρέπεια εἰδυῖα τὴν δύναμιν τοῦ προστάγματος κελεύσῃ τοῦτον ὑπομνησθῆναι μετὰ τῶν ἄλλων πρὸς τὸ …ρε…α…τομε… ἀπὸ Θηβαίδος εὑρεῖν τὸ πρᾶγμα ἕτοιμον, ἵνα καὶ ἐγὼ συνήθως εὐχαριστήσω τῇ σῇ μεγαλοπρεπείᾳ καὶ οἱ καθωσιωμένοι ἄνδρες συνήθως καὶ αὐτοὶ κηρύξωσιν τὸ σὸν μέγεθος.