Ancient Greek
P.Col. Zen. 1 16
Documentary Papyri, P.Col. Zen. 3 16
Not analysed yet
Χαρόππας Ζήνωνι χαίρειν. ἀπέσταλκα Ἀπολλώνιον φέροντα τὴν γεωμετρίαν τοῦ κτηματίου οὗ οὔπω μοι γέγονεν γένημα. καλῶς ἂν οὖν ποιήσαις προσαγαγὼν αὐτὸν Ἀπολλωνίωι ὅπως συνγράψηται. εἰ δὲ σὺ δύνηι οἰκονομήσασθαι οἰκονόμησον. μόνον τὸ τάχος ἄφες αὐτὸν ὅπως τὰς χρείας ἡμῖν παρέχηται. γράφε δὲ καὶ σὺ ἡμῖν ὧν ἂν χρείαν ἔχηις. ἔρρωσο. ἔτους κθ Δαισίου κϛ. τὴν δὲ γεωμετρίαν …Χαρόππας. ἔτους κθ Δαισίου κη. ἐν Ἀρσινόηι. Ζήνωνι