Ancient Greek
P.Col. Zen. 1 31
Documentary Papyri, P.Col. Zen. 3 31
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ἀπεστάλκαμεν πρὸς σὲ Μίδαν τὸν ἡμιονηγόν. χρῶ οὖν αὐτῶι πρὸς τοῖς ἡμιόνοις καὶ σύνταξον τὴν ἐπιμέλειαν αὐτῶν ποιεῖσθαι. δίδου δʼ αὐτῶι τό τε ὀψώνιον καὶ τὸ σιτάριον τὸ συντεταγμένον εὐτάκτως. τὸν μὲν γὰρ ἱματισμὸν ἀπέχει παρʼ ἡμῶν καὶ τὸ ὀψώνιον κεκόμισται ἕως τοῦ Δίου μηνός. ἔρρωσο. ἔτους λ, Δίου ια, Ἁθὺρ α. Μίδου ἔτους λ, Δίου κγ, Ἁθὺρ κγ. Μίδου ἡμιονηγοῦ ὀψωνίου. Ζήνωνι