Ancient Greek
P.Col. Zen. 1 34
Documentary Papyri, P.Col. Zen. 3 34
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. σύλλαβε τὸν γενόμενον ταμίαν τοῦ ζυτοπωλίου …αἰτίας …ἔψευσται γὰρ φάμενος αὑτῶι τὰς χεῖρας …προσενηνοχότα. γράψον ἡμῖν ὅπως εἰδότες ὅ τι φάσκει Πάις ἀντεπιστείλωμέν σοι περὶ αὐτοῦ. μέχρι ἂν ἡμεῖς παραγενώμεθα περὶ τούτων παρακατάστησον αὐτὸν εἰς τὸ ἐργαστήριον τοῦ ζυτοποιοῦ καὶ σύνταξον ἐργάζεσθαι καὶ προσέχειν τὸν νοῦν πᾶσι τοῖς κατὰ τὸ ἐργαστήριον. ἔρρωσο. ἔτους λα Δύστρου κα Φαμενὼθ κη. ἔτους λα, Φαμενὼθ κθ. Ἀπολλώνιος περὶ τοῦ ἐκ τοῦ ζυτοπωλίου ταμίου γενομένου. Ζήνωνι.