Ancient Greek
P.Col. Zen. 1 44
Documentary Papyri, P.Col. Zen. 3 44
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Φαμούνιος κυβερνήτου. συνέταξας Σώσωι καταβάντα ἐπὶ ποταμὸν παραλαβεῖν παρʼ ἐμοῦ τὸ πλοῖον. ἤδη οὖν ἐστιν τριταῖος ἀφʼ οὗ οὐκ ἐλήλυθεν. καὶ ἤδη πέπρακα, ἵνα ἔχωσιν οἱ ἐργάται τὰ δέοντα, τὸν χιτῶνα. ἐπίστασαιὅ τι ποτὲ εἴχομεν, ᾤχετο ἔχων Προῖτος. ἀξιοῦμεν οὖν σε εἴ σοι δοκεῖ ἀποστεῖλαί τινα ὃς παραλήψεται τὸ πλοῖον. ἐσμὲν δὲ ἐν τῶι πλοίωι ϛ. καὶ τούτους πάλιν με δεῖ ἀποκαταστῆσαι οὗ καὶ ἐξήγαγον αὐτούς. εἰ δὲ δύνηι βοηθῆσαι ἡμῖν χαλκοῖς ὃ ἀποκαταστήσομέν σοι ὥς σοι δοκεῖ ἵνα μὴ ἀποδώμεθα τὰ ἱμάτια καὶ ἵνα τὸ τάχος ἀφεθῶμεν. εὐτύχει. Φαμοῦνις