Ancient Greek
54.r.1.25 to 54.r.3ctr.58
Documentary Papyri, P.Col. Zen. 3 54.r.1.25-54.r.3ctr.58
Not analysed yet
ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες, Δᾶμις Κλέωνος, Σώστρατος Κλέωνος, οἱ δύο Ἑλενεῖοι, Θεόπομπος Ἀριστίωνος Θεσσαλὸς ἰατρός, Διόδωρος Ζωπύρου Μάγνης τῶν περὶ Ἀπολλώνιον τὸν διοικητήν, Ἀγαθῖνος Πύρρου Κυρηναῖος τῶν ἐπέργων. Ἀνόσις Τοτορχοίτος Σαίτης κωμογραμματεὺς Φιλαδελφείας. συγγραφοφύλαξ Δᾶμις. ἔστιν τὸ ἐκφόριον τῶν ρ ἀρουρῶν εἰς πυρὸν ἀρτάβαι ψιβ 𐅵καὶ σπέρμα ἔχουσι εἰς πυρὸν ἀρτάβας ογ δ καὶ τὸ δεδόμενον εἰς τὸν σπόρον καὶ τὰ λοιπὰ ἔργα χαλκοῦ δραχμαὶ ρ αἳ πυροῦ κατὰ τὴν συγγραφὴν τῆς μισθώσεως ὡς τῶν πυρῶν ἀρτάβης α δραχμῆς α διώβολον ἀρτάβαι οε. γίνονται πυροῦ ἀρτάβαι ωξ 𐅵δ. εἰς τοῦτο μεμετρήκασι πυροῦ ἀρτάβας ογ δ ὀφείλουσι πυροῦ ψξθ 𐅵γ ιβ εἰς τὸ ἀποδοχεῖον εἰς πυρὸν ἀρτάβαι ιζ 𐅵ιβ. καὶ ἡμιολίαν ἀπὸ ἔτους λα ἕως τοῦ λε ἔτους ἐτῶν ε ἑκάστου ἐνιαυτοῦ πυροῦ ἀρτάβαι τμζ γ τῶν δὲ ε ἐτῶν πυροῦ ἀρτάβαι Αψλϛ 𐅷τὸ πᾶν ὀφείλουσι πυροῦ ἀρτάβας Βφ ϛ 𐅵ιβ κε ιβ 𐅵ἔτους λγ, μηνὸς Ξανδικοῦ. ἡμέραν προσθεῖναι. Ζήνων Θεόπομπον Ἡγησάρχου Μακεδόνα τῆς ἐπιγονῆς πρὸς τὸ λοιπὸν τοῦ ἐκφορίου οὗ προσωφείλησαν πρὸς τὸ λα ἔτος τῶν ρ ἀρουρῶν ὧν ἐξέλαβεν μετὰ Ἡγησάρχου καὶ Νικοδήμου ἐν ταῖς μυρίαις α ἀρούραις ταῖς δεδομέναις ὑπὸ τοῦ βασιλέως ἐν δωρεᾶι Ἀπολλωνίωι τῶι διοικητῆι περὶ Φιλαδέλφειαν τοῦ Ἀρσινοίτου. Κράτωνι ὑπηρέτηι Διογένους πράκτορος τῶν ἰδιωτικῶν. πρὸς πυρὸν ἀρτάβας χϙδ 𐅵γ ιβ. προσθεῖναι δεῖ τὴν ἡμιολίαν κατὰ τὴν συγγραφὴν καὶ τὴν τιμὴν παντὸς ὑποθεῖναι κατὰ τὸ διάγραμμα τὸ περὶ τῶν σιτικῶν ἐκκείμενον. ἐπισκέψασθαι δὲ καὶ ἐν τῶι βασιλικῶι. δεῖ πράκτορι παραδεῖξαι τὴν τιμὴν παντὸς κατὰ τὴν συγγραφήν. προσθεῖναι τὴν πρᾶξιν εἶναι πρὸς βασιλικά. ἔσται δὲ καὶ ἡ κρίσις ἐὰν ἀντιλέγηι ὀλίγον ὑστέρα. περὶ γὰρ τῶν τοιούτων ἐπεὶ κριτήριον οὐχ ὑπάρχει ἐν τῶι Ἀρσινοίτηι, ὑπολαμβάνω κρίνειν τὸν στρατηγόν.