Ancient Greek
P.Col. Zen. 2 112
Documentary Papyri, P.Col. Zen. 4 112
Not analysed yet
Πεισίστρατος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ νοῦν ἐστὶν εἴη ἂν ὡς ἡμεῖς θέλομεν. ὑγίαινον δὲ καὶ αὐτός. καταπέπλευκεν εἰς Π… ὁ δεῖνα λιπὼν τοὺς καθʼ ἡμᾶς τόπους. οὗτος οὖν διατετέλεκεν ἀντιλαμβανόμενος ἡμῶν οἰκειότερον. καλῶς οὖν ποιήσεις ἀντιλαμβανόμενος αὐτοῦ καὶ φανερὸν αὐτῶι ποιῶν ὅτι ἡμῶν πρὸς σὲ γραψάντων πᾶν τὸ δέον γέγονεν αὐτῶι διὰ σοῦ. τούτου γενομένου οἶμαι σὲ ὠφελήσεσθαι καὶ αὐτὸς σωθήσεσθαι. ἔρρωσο. ἔτους …ἔτους …Μεχεὶρ. Πεισίστρατος Ζήνωνι.