Ancient Greek
P.Col. 1 p. 28-29 Vo descr.
Documentary Papyri, P.Col. Zen. 4 120
Not analysed yet
βασιλέως προστάξαντος τοῖς ἐνδημοῦσιν ἢ τοῖς λιποῦσιν τὰς αὐτῶν οὐσίας τὰς πρὸς Ἀλεξανδρείαι καὶ κατʼ Αἴγυπτον καὶ ταῖς τῶν ἐν στρατείαι ἢ στρατευομένων πάντων γυναιξὶν ἢ τοῖς γονεῦσιν ἢ ἀδελφοῖς ἢ ἀδελφαῖς ἢ υἱοῖς ἢ θυγατράσιν. ἀπογράφεσθαι πάντας τὰς οὐσίας, ἐν Ἀλεξανδρείαι μὲν πρὸς τοὺς ἱερέας τοὺς περὶ τὴν πόλιν τὴν δωρεὰν ἔχοντας ἐν ἡμέραις …,ἐν δὲ ταῖς λοιπαῖς πόλεσιν καὶ ἐν ταῖς κώμαις πρός τε τοὺς στρατηγοὺς τοὺς ἐν τοῖς νομοῖς ὑπὸ τοῦ βασιλέως καθεσταμένους ἢ τοὺς τούτων ὑπηρέτας καὶ τὸν πραγματευόμενον …τῶν τὴν δωρεὰν ἐχόντων ἐν τῶι ὡρισμένωι χρόνωι, τιμᾶσθαι δὲ ἑκαστα… ἐκ τοῦ διαγράμματος, τα… ἐν ἑκάστωι ἐνιαυτῶι, ὅσου ἄξιά ἐστιν τὰ προσφορὰ καὶ τάξασθαι τοῖς τὴν δωρεὰν ἔχουσιν κατὰ ταύτην τὴν ἀξίαν ἀπὸ τῆς μνᾶς δραχμὰς β. ἐὰν δὲ μὴ τὰς αὐτῶν οὐσίας ἀπογράψωνται ἐν τῶι γεγραμμένωι χρόνωι, τοὺς μὲν ἐνδημοῦντας ἐν ἡμέραις …μετὰ τὴν συντεταγμένην ἡμέραν πράξασθαι διπλοῦν καὶ τῆς ἀξίας ἀκύρους αὐτοῖς εἶναι τὰς ἀπογραφάς, τοὺς δὲ ἀποδημοῦντας τοὺς τῶν στρατευομένων ἁπλοῦν τὴν τιμὴν τάξασθαι ὡς τάχιστα μετὰ τὴν γεγραμμένην ἡμέραν …καὶ ἀπογραψ…μεν…ρ… κυρίας αὐτοῖς εἶναι τὰς ἀπογραφάς. …ἔτους ιθ Πανήμου …