Ancient Greek
P.Col. Zen. 2 122
Documentary Papyri, P.Col. Zen. 4 122
Not analysed yet
Λυσίμαχος Λεοντίσκωι καὶ τοῖς μετόχοις χαίρειν. ἅμα τῶι λαβεῖν τὴν ἐπιστολὴν καλῶς ποιήσετε τὰ προσοφειλόμενα ἐν ὑμῖν πρὸς τὸν φόρον τοῦ κγ ἔτους τοῦ Εἰρήνης παραδείσου ἀποδόντες Κράτητι παραχρῆμα ὅπως παρακομίσηι εἰς Κροκοδίλων πόλιν. εἰ δʼ ἄλλως ἔσται συντετάχαμεν αὐτῶι ἐξαποστεῖλαι ὑμᾶς. ἔρρωσο. ἔτους κδ Τῦβι ϛ …ρ… ϛ τοῦ Εἰρήνης παραδείσου Λεοντίσκωι καὶ τοῖς μετόχοις