Ancient Greek
P.Col. Zen. 2 66
Documentary Papyri, P.Col. Zen. 4 66
Not analysed yet
…δ… Ζήνωνι χαίρειν. καλῶς ποιεῖς εἰ ἔρρωσαι. ἔρρωμαι δὲ καὶ αὐτός. ἐπίστασαι ὡς κατέλιπές με ἐν Συρίαι μετὰ Κρότου καὶ ἐποίουν πάντα τὰ προστασσόμενα τὰ κατὰ τὰς καμήλους καὶ ἤμην σοι ἀνέγκλητος. σοῦ δὲ προστάξαντός μοι ὀψώνιον διδόναι ἃ σὺ συνέταξας οὐκ ἐδίδου μοι οὐθὲν. ἐπεὶ δὴ πολλάκις μου δεομένου διδόναι μοι ἃ σὺ συνέταξας οὐκ ἐδίδου μοι οὐθὲν Κρότος, ἀλλʼ ἐκέλευέν με ἀπαλλάσσεσθαι, χρόνον μὲν οὖν πολὺν ἐκαρτέρουν σε προσδεχόμενος, ἐπεὶ δὲ τῶν ἀναγκαίων ἐνδεὴς ἤμην καὶ οὐθὲν ἠδυνάμην οὐδαμόθεν πορίζειν, ἠναγκάσθην ἀποτρέχειν εἰς Συρίαν ἵνα μὴ τῶι λιμῶι παραπόλωμαι. ἔγραψα οὖν σοι ἵνα εἰδῆις ὅτι Κρότος αἴτιος. σοῦ δὲ πάλιν με ἀποστείλαντος εἰς Φιλαδέλφειαν πρὸς Ἰάσονα καὶ ποιοῦντός μου πάντα τὰ προστασσόμενα, ἃ σύ μοι συνέταξας οὐθέν μοι δίδωσι ἤδη μηνῶν ἑννέα τὸ ἔλαιον οὐ δὲ σῖτον ἀλλὰ παρὰ δίμηνον ὅταν καὶ τὰ ἱμάτια ἀποδῶται. ἐγὼ δὲ καὶ θέρος καὶ χειμῶνα ἐν τῶι πόνωι γίνομαι. ὁ δέ μοι συντάσσει ὄξος λαμβάνειν εἰς ὀψώνιον. ἀλλὰ κατεγνώκασίν μου ὅτι εἰμὶ βάρβαρος. δέομαι οὖν σου εἴ σοι δοκεῖ συντάξαι αὐτοῖς ὅπως τὰ ὀφειλόμενα κομίσωμαι καὶ τοῦ λοιποῦ εὐτάκτωσίν μοι ἵνα μὴ τῶι λιμῶι παραπόλωμαι ὅτι οὐκ ἐπίσταμαι ἑλληνίζειν. σὺ οὖν καλῶς ἂν ποιήσαις ἐπιστροφήν μου ποιησάμενος. ἐγὼ δὲ εὔχομαι πᾶσι τοῖς θεοῖς καὶ τῶι δαίμονι τοῦ βασιλέως σε ὑγιαίνειν καὶ ἐλθεῖν τὸ τάχος πρὸς ἡμᾶς ὅπως αὐτὸς ἰδῆις ὅτι ἀνέγκλητός εἰμι. ἔρρωσο. Ζήνωνι