Ancient Greek
P.Col. Zen. 2 70
Documentary Papyri, P.Col. Zen. 4 70
Not analysed yet
Σῶσος Ζήνωνι χαίρειν. γίνωσκε ἡμᾶς κατεσχημένους ἐν Μέμφει ἡμέρας πέντε διὰ τὰς ψιλὰς καὶ διὰ τὰς ὄρνιθας. κατελάβομεν δὲ ἐν Μέμφει Μένιππον καὶ ἀνήνγελλεν διότι ἀναβέβληται τὰ γενέσια ἡμέρας ὀκτώ . γίνωσκε δὲ καὶ Διονύσιον τὸν γεωργὸν τὴν ὄλυραν ἣν μεμέτρηται εἰς χορτοκοπίαν πεπρακότα καὶ διωρθωκότα εἰς τὸ αὐτὸ ὀφείλημα. καὶ τοὺς λίθους οὓς ἀπέστειλας Ἀπολλωνίωι εἰσήνεγκεν τῶι βασιλεῖ καὶ σφόδρα ἤρεσαν τῶι βασιλεῖ. ἔρρωσο. Μεχεὶρ κζ. Ζήνωνι.