Ancient Greek
P.Col. Zen. 2 76
Documentary Papyri, P.Col. Zen. 4 76
Not analysed yet
Ἀθηνόδωρος Εὐκλεῖ καὶ Ἀγαθοκλεῖ χαίρειν. ἔχω παρὰ Ἡρακλείδου γεωργοῦ μισθὸν χάρακος καλαμίνου μυριάδων ϛ Ε ὡς τῆς μυριάδος τετρώβολον, γίνονται δραχμαὶ δ διώβολον, ἐφʼ ὦι παραδείξω αὐτὸν ἐν τοῖς κτήμασιν τοῖς ἐξαριθμουμένοις παρʼ ὑμῶν εἰς τὰ ἀμπελικὰ ἔργα τοῦ μ ἔτους ἢ ἀποτείσω τῆς μυριάδος δραχμὰς δ καὶ τὸ βλάβος. τοῦτο δέ ἐστι τὸ λοιπὸν τοῦ διαγραφέντος μοι εἰς χάρακος κοπὴν ἐν τῶι λη ἔτει. προσαποδώσω δʼ ὑμῖν ἐν τῶι αὐτῶι χρόνωι καὶ τῶν δ διωβόλου δραχμῶν τῶν διαγραφεισῶν μοι ἐν μηνὶ Παῶφι κγ μυριάδων ϛ Ε . ἔρρωσθε. ἔτους λθ Παῶφι κγ ϛ τετρώβολον διώβολον Ϛκ κ διώβολον ὀβολὸς ἡμιωβέλιον ὑπερκ Εὐκλεῖ Ἀγαθοκλεῖ