Ancient Greek
P.Col. Zen. 2 91
Documentary Papyri, P.Col. Zen. 4 91
Not analysed yet
Εὐκλῆς Ζήνωνι χαίρειν. εὐχαριστήσεις μοι τὰ κ κεράμια τοῦ ὄξους περὶ ὧν πλεονάκι σοι ἐμνήσθημεν δοὺς Μοσχίωνι τῶι παιδί. τὴν δὲ τιμὴν ὡς ἂν τάχιστα παραγενηθῶμεν ταξόμεθά σοι. περὶ δὲ τοῦ κερματίου οὗ ἐνετείλω μοι ἠξίωσαν ἡμᾶς οἱ ἔχοντες τὰς πλείστας ἡμέρας αὐτοῖς ἐπισχεῖν δέκα ἐν αἷς ἀμῶσι. ὡς ἂν οὖν τάχιστα κομίσωνται ἐὰν χρείαν ἔχηις προχρήσομέν σοι. ἔρρωσο. ἔτους ϛ Θῶυθ ιε. περὶ ὄξου κεραμίων κ Ζήνωνι Εὐκλῆς ἔτους ϛ.