Ancient Greek
P.Coles 14
Documentary Papyri, P.Coles 14
Not analysed yet
Κοίντωι Πακιλίωι Εὐξείνωι ἐπιστάτηι φυλακιτῶν παρὰ Σωτηρίχου τοῦ Ὀνησίμου. Σεύθης καὶ οἱ λοιποὶ τυμβωρύχοι τῶν ἀπὸ Αὑήρεως ἐπιβαλόντες ἔτι πάλαι εἰς πατρικὸν ἡμῶν τάφον κατέσπασαν καὶ τὸ ἐπίστομα ἤροσαν καὶ ἱκανὰ ἀτοπήματα ἐποίησαν. διὸ ἀξιῶ γραφῆναι τῷ τῶν τυμβωρύχων ἡγουμένωι ἐκπέμψαι αὐτοὺς ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. εὐτύχει τῶι ἡγουμένωι κατὰ τὰ προδεδηλωμένα ἔκπεμψον αὐτοὺς ἐπ’ ἐμέ. ἔτους μβ Καίσαρος Φαρμουθὶ ιγ. Αὑήρεως τῶι ἡγουμένωι