Ancient Greek
P.Coles 21
Documentary Papyri, P.Coles 21
Not analysed yet
…Σαραπίωνι στρατηγῷ παρὰ Μάρκου Αὐρηλίου Κτησιδήμου τοῦ καὶ Διονυσίου ἐξηγητεύσαντος τῆς Ὀξυρυγχιτῶν πόλεως καὶ ὡς χρηματίζει διὰ …καὶ οἰκονόμου. οὗ ἐπόρισα ἐκ τοῦ καταλογείου χρηματισμοῦ ἐστιν ἀντίγραφον· …ἱερεὺς καὶ ἀρχιδικαστὴς στρατηγῷ Ὀξυρυγχίτου χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους κη Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ ϛ. Ἄννιος Ἀμυντιανὸς σεσημείωμαι …τῶν κεκοσμητευκότων ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Μάρκου Αὐρηλίου Κτησιδήμου τοῦ …