Ancient Greek
P.Coles 28
Documentary Papyri, P.Coles 28
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Ῥιχομηρίου καὶ Κλεάρχου τῶν λαμπροτάτων, Θὼθ α. Φλαουΐῳ Σαραποδώρῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Ἡλιοδώρου Μουσέως ἀπὸ τῆς αὐτῆς πόλεως συστάτου τῆς νυνὶ λειτουργούσης φυλῆς Δρόμου Γυμνασίου καὶ ἄλλων ἀμφόδων δι’ ἐμοῦ τοῦ υἱοῦ Παρίωνος. δίδωμι καὶ εἰσαγγέλλω τῷ ἰδίῳ μου κινδύνῳ εἰς χώραν ἁλιαδίτου ἤτοι γραμματηφόρου τοῦ ὀξέος δρόμου ἐπ’ ἐνιαυτὸν ἕνα τῶν ἀπὸ νεομηνίας Θωθ ἕως Μεσορη ἐπαγομένων πέμπτης …