Ancient Greek
P.Coll.Youtie 1 54 Vo
Documentary Papyri, P.Coll.Youtie 1 54v
Not analysed yet
…ε διὰ κερ …δω ναυκλήρου χαίροις, κύριέ μου ἄδελφε Φανία. ἐνεβαλόμην κάδων οἴνου παλαῖου …ητα ἐπιγεγραμμένα Φανίου δ. πέπεισμαι ὡς πάλαι ἐμνήσθης Ἀντωνίωι Πέτρωνι περὶ τῶν ν δραχμῶν. εἰ δὲ μή, γράψον αὐτῷ εὐθέως ἵνα καταλάβῃ ἡ ἐπιστολὴ αὐτοῦ τὸν ἀποχωρισμόν. μνησθήσῃ δὲ καὶ Ἀσκληπιάδι ἀναπλέοντι περὶ τῶν αὐτοῦ ν. ἐνεβαλόμην δὲ καὶ εἰς τὸ πλοῖον τὸ ἄνω ἔπεμψας τὰ φυτὰ ἄλλα γ. πόσον θέλεις ὠνη… Φανίᾳ γραμματεῖ λιμένος Μέμφεως κάδοι δ