Ancient Greek
P.Coll.Youtie 1 7
Documentary Papyri, P.Coll.Youtie 1 7
Not analysed yet
Ἀμάδοκος Κλέωνι χαίρειν. ὁ τὰ γράμματά σοι ἀποδιδούς φησιν τὸ πλοῖον τὸ Ἀσωνίδου τοῦ …δ… ἐφʼ οὗ ἐπέπλει Δωρίων καὶ κυβερνήτης Ἐροβάστις, ἀναπλέον κατὰ Τμοιενέτιν περικόψαι βᾶριν ἐν ἧι ἐπέπλεον γυναῖκες, ὤιχοντο δʼ ἔχοντες ποδανιπτῆρα χαλκοῦν μέγαν καὶ ἄλλον μικρόν, κόνδυα χαλκᾶ γ, κύαθον μέγαν, κα… πτρον, ἠθμόν, λυχνείαν χαλκῆν, χυτρόγαυλον χαλκοῦν, προσκεφάλαια ἐρεᾶ β ἀλαβαστροθήκην ἐν ἧι ἐνῆν μύρα δραχμὰς ι, ἀργυρίου δραχμὰς ξϛ ἐξάλειπτρον ἐλεφάντινον, πίνακα ἐξ ἐβένου καὶ ἐλέφαντος, ἱμάτιον καὶ χιτῶνας δύο ἐρεοῦν καὶ λινοῦς, οἴνου κεράμια β βανωτοὺς …στηρας ὀκτὼ …ταν κ… …ἔτους κγ Ἐπεὶφ κϛ ἔτους κγ Λωίου ιζ Κλέωνι παρὰ Ἀμαδόκου